Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 122-4
Not analysed yet
ἔνιοι δὲ Σαρδανάπαλλοι τὴν ἀκρασίαν τὴν ἄγαν ἁβροδίαιτον αὑτῶν χανδὸν πρὸς τὸ ἀόριστον καὶ ἀτελεύτητον ἀποτείνοντες, καινὰς ἐπινοοῦντες ἡδονάς, ἄθυτα παρασκευάζουσιν, ἄγχοντες καὶ ἀποπνίγοντες καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἣν ἐλεύθερον καὶ ἄφετον ἐχρῆν ἐᾶν, τυμβεύοντες τῷ σώματι τὸ αἷμα· σαρκῶν γὰρ αὐτὸ μόνον ἀπολαύειν αὔταρκες ἦν, μηδενὸς ἐφαπτομένους τῶν συγγένειαν πρὸς ψυχὴν ἐχόντων.