Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 121-4
Not analysed yet
εἰ δέ τις τῶν ἀσκητῶν φιλογυμναστὴς γένοιτο καὶ φιλόθηρος, μελέτας καὶ προάγωνας ὑπολαμβάνων εἶναι πολέμων καὶ κινδύνων τῶν πρὸς ἐχθρούς, ὁπότε χρήσαιτο εὐτυχίᾳ τῇ περὶ ἄγραν, [καὶ] τοὺς ἑαλωκότας θῆρας προτιθέτω κυσὶν εὐωχίαν, μισθὸν ἢ γέρας εὐτολμίας καὶ ἀνυπαιτίου συμμαχίας, αὐτὸς δὲ μὴ ψαυέτω προδιδασκόμενος ἐν ἀλόγοις ζῴοις, ἃ χρὴ καὶ περὶ ἐχθρῶν φρονεῖν, οἷς πολεμητέον οὐ διὰ κέρδος ἄδικον λωποδυτούντων πράξεις μιμουμένους, ἀλλ’ ἤτοι διὰ πεῖραν κακῶν ὧν προπεπόνθασιν ἀμυνομένους ἢ δι’ ἃ προσδοκῶσι πείσεσθαι.