Ancient Greek · ~5 min
124 to 128
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 124-128
Not analysed yet
τὸ δὲ στέαρ, διότι πιότατον, πάλιν εἰς διδασκαλίαν ἐγκρατείας καὶ ζῆλον αὐστηροῦ βίου, τὰ μὲν ῥᾷστα καὶ κατὰ χειρὸς μεθιεμένου, φροντίδας δὲ καὶ πόνους ἐθελοντὶ ἕνεκα κτήσεως ἀρετῆς ὑπομένοντος. ἧς χάριν αἰτίας ἀπὸ παντὸς ἱερείου δύο ταῦτα ἐξαίρετα ὁλοκαυτοῦται, ὥσπερ τινὲς ἀπαρχαί, στέαρ τε καὶ αἷμα, τὸ μὲν ὡς σπονδὴ τῷ βωμῷ προσχεόμενον, τὸ δ’ ὡς ὕλη φλογὸς ἐπιφερόμενον ἀντ’ ἐλαίου διὰ τὴν πιότητα τῷ καθωσιωμένῳ καὶ ἱερῷ πυρί. Μέμφεταί τινας τῶν καθ’ αὑτὸν γεγονότων ὡς γαστριμάργους καὶ τὸ καθηδυπαθεῖν ὡς εὐδαιμονικὸν ἐν τοῖς μάλιστα εἶναι ὑπολαμβάνοντας, οἷς οὐκ ἀπέχρη κατὰ πόλεις αὐτὸ μόνον τρυφᾶν, ἐν αἷς αἱ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐπιτηδείων ἄφθονοι, ἀλλὰ καὶ ἐν ἐρημίαις ἀβάτοις καὶ ἀτριβέσιν, ἀξιοῦντες ἐν ταύταις ἀγορὰς ἔχειν ἰχθύων καὶ κρεῶν καὶ τῶν ἐν εὐετηρίᾳ πάντων. εἶτ’ ἐπειδὴ σπάνις ἦν, συνιστάμενοι κατεβόων καὶ κατηγόρουν καὶ ἐδυσώπουν ἀναισχύντῳ θράσει τὸν ἄρχοντα καὶ οὐ πρότερον ἐπαύσαντο νεωτερίζοντες ἢ τυχεῖν μὲν ὧν ὠρέγοντο, τυχεῖν δὲ ἐπ’ ὀλέθρῳ, δυοῖν ἕνεκα· τοῦ τ’ ἐπιδείξασθαι, ὅτι πάντα θεῷ δυνατὰ πόρον ἐξ ἀμηχάνων καὶ ἀπόρων ἀνευρίσκοντι, καὶ τοῦ τιμωρήσασθαι τοὺς γαστρὸς ἀκράτορας καὶ ἀφηνιαστὰς ὁσιότητος. ἀπὸ γὰρ τῆς θαλάττης ἀρθὲν ὀρτυγομήτρας νέφος ἐκχεῖται περὶ τὴν ἕω καὶ τὸ μὲν στρατόπεδον καὶ τὰ πέριξ ἐφ’ ἡμερήσιον ἀνδρὸς εὐζώνου πανταχόθεν ἐν κύκλῳ συνεσκίαστο, τὸ δὲ ὕψος τῆς τῶν ζῴων πτήσεως ὡσεὶ διπήχει συναριθμουμένῳ διαστήματι τῆς γῆς ἀφειστήκει πρὸς εὐμαρῆ σύλληψιν.