Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 129-4
Not analysed yet
εἰκὸς μὲν οὖν τὸ τεράστιον τοῦ μεγαλουργηθέντος καταπλαγέντας ἀρκεσθῆναι τῇ θέᾳ καὶ γεμισθέντας εὐσεβείας κἀν ταύτῃ τραφέντας ἀποσχέσθαι κρεωφαγίας· οἱ δὲ μᾶλλον ἢ πρότερον ἐπιθυμίαν ἐγείραντες ὡς ἐπὶ μέγιστον ἀγαθὸν ἵεντο καὶ τὰ ζῷα ταῖς ἀμφοτέραις χερσὶν ἐφελκόμενοι τοὺς κόλπους ἐπλήρουν, εἶτ’ ἐναποτιθέμενοι ταῖς σκηναῖς ἐφ’ ἑτέρων σύλληψιν ἐξῄεσαν —αἱ γὰρ ἄγαν πλεονεξίαι μέτρον οὐκ ἔχουσι —καὶ σκευάζοντες πᾶσαν ἰδέαν ἀπλήστως ἐνεφοροῦντο, μέλλοντες οἱ κενοὶ φρενῶν ὑπὸ τῆς πλησμονῆς ἀπόλλυσθαι.