Ancient Greek
130 to 131
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 130-4-131
Not analysed yet
καὶ δῆτα οὐκ εἰς μακρὰν καθάρσεσι χολῆς ἐφθάρησαν, ὡς καὶ τὸ χωρίον ἀπὸ τοῦ περὶ αὐτοὺς πάθους τὴν ἐπωνυμίαν λαβεῖν· ἐκλήθη γὰρ „Μνήματα τῆς ἐπιθυμίας“ (Num. 11,34), ἧς οὐκ ἔστιν ἐν ψυχῇ, καθάπερ ἐδίδαξεν ὁ λόγος, μεῖζον κακόν. διὸ παγκάλως ἐν ταῖς παραινέσεσι Μωυσῆς φησιν· „οὐ ποιήσει ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὑτοῦ“ (Deut. 12, 8), τὸ δ’ ἐστὶν ἴσον τῷ "μηδεὶς τῇ ἐπιθυμίᾳ τῇ αὑτοῦ χαριζέσθω“· εὐαρεστείτω γάρ τις θεῷ, κόσμῳ, φύσει, νόμοις, σοφοῖς ἀνδράσι, φιλαυτίαν παραιτούμενος, εἰ μέλλει καλὸς κἀγαθὸς γενήσεσθαι.