Ancient Greek
133 to 138
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 133-2-138
Not analysed yet
τούτων μὲν δὴ ἅλις. οὐ δεῖ δ’ ἀγνοεῖν, ὅτι ὥσπερ ἰδίᾳ ἑκάστῳ τῶν δέκα συγγενῆ τινα τῶν ἐπὶ μέρους ἐστίν, ἃ πρὸς ἕτερον γένος οὐδεμίαν ἔχει κοινωνίαν, οὕτως ἔνια κοινὰ πάντων συμβέβηκεν, οὐχ ἑνὶ ἢ δυσίν, ὡς ἔπος εἰπεῖν, τοῖς δὲ δέκα λογίοις ἐφαρμόττοντα. ταῦτα δ’ εἰσὶν αἱ κοινωφελεῖς ἀρεταί· καὶ γὰρ ἕκαστος ἰδίᾳ τῶν δέκα χρησμῶν καὶ κοινῇ πάντες ἐπὶ φρόνησιν καὶ δικαιοσύνην καὶ θεοσέβειαν καὶ τὸν ἄλλον χορὸν τῶν ἀρετῶν ἀλείφουσι καὶ προτρέπουσι, βουλαῖς μὲν ἀγαθαῖς ὑγιαίνοντας λόγους, λόγοις δὲ σπουδαίας πράξεις συνείροντες, ἵνα τὸ ψυχῆς ὄργανον εὐαρμόστως ὅλον δι’ ὅλων συνηχῇ πρὸς ἐμμέλειαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον. περὶ μὲν οὖν τῆς ἡγεμονίδος τῶν ἀρετῶν, εὐσεβείας καὶ ὁσιότητος, ἔτι δὲ καὶ φρονήσεως καὶ σωφροσύνης εἴρηται πρότερον, νυνὶ δὲ περὶ τῆς ἐπιτηδευούσης ἀδελφὰ καὶ συγγενῆ ταύταις δικαιοσύνης λεκτέον. Ἓν τὸ δικαιοσύνης οὐ βραχὺ μέρος ἦν τὸ πρὸς δικαστήρια καὶ δικαστάς, οὗ πρότερον ἐποιησάμην ὑπόμνησιν, ἡνίκα τὰ τῶν μαρτυρίων ἐπὶ πλέον ἀπομηκύνων διεξῄειν ἕνεκα τοῦ μηδὲν παραλειφθῆναι τῶν ἐμφερομένων. οὐκ εἰωθὼς δὲ παλιλλογεῖν, εἰ μή πού τις ἀνάγκη γένοιτο βιαζομένων τῶν καιρῶν, ἐκεῖνο μὲν ἐάσω, πρὸς δὲ τὰ ἄλλα μέρη τρέψομαι τοσοῦτον προειπών. τὰ δίκαια, φησὶν ὁ νόμος, ἐντιθέναι δεῖ τῇ καρδίᾳ καὶ ἐξάπτειν εἰς σημεῖον ἐπὶ τῆς χειρὸς καὶ εἶναι σειόμενα πρὸ ὀφθαλμῶν, αἰνιττόμενος διὰ τοῦ προτέρου, ὅτι χρὴ μὴ ὠσὶν ἀπίστοις παρακατατίθεσθαι τὰ δίκαια —πίστις γὰρ ἀκοαῖς οὐκ ἔνεστιν —,ἀλλὰ τῷ ἡγεμονικωτάτῳ τὰ πάντων ἄριστα μαθημάτων ἐντυποῦν καὶ ταῦτα χαράττοντα σφραγῖσι δοκίμοις· διὰ δὲ τοῦ δευτέρου τὸ μὴ μόνον ἐννοίας λαμβάνειν τῶν καλῶν, ἀλλὰ καὶ τὰ δόξαντα πράττειν ἀνυπερθέτως —ἡ γὰρ χεὶρ πράξεως σύμβολον, ἧς ἐξάπτειν καὶ ἐξαρτᾶν τὰ δίκαια προστάττει, σημεῖον ἔσεσθαι τοῦτο φάσκων, καὶ τίνος ἄντικρυς οὐ διείρηκε, διὰ τὸ μὴ ἑνός, ὥς γέ μοι δοκεῖ, πολλῶν δὲ γενέσθαι καὶ σχεδὸν ἁπάντων ἐν οἷς ὁ ἀνθρώπινος βίος —·