Ancient Greek · ~1 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 139-3
Not analysed yet
διὰ δὲ τοῦ τρίτου τὸ ἀεὶ καὶ πανταχοῦ φαντασιοῦσθαι τὰ δίκαια καθάπερ ἐγγὺς ὄντα ὀφθαλμῶν· σάλον δ’ ἐχέτω ταῦτα κινούμενα, φησίν, οὐχ ἵν’ ἀβέβαια καὶ ἀνίδρυτα ᾖ, ἀλλ’ ἵνα τῇ κινήσει τὴν ὄψιν ἐκκαλῇ πρὸς ἀρίδηλον θέαν· ὁράσεως γὰρ ἐπαγωγὸν κίνησις ἐξερεθίζουσα καὶ ἀνεγείρουσα μᾶλλον δ’ ἀκοιμήτους καὶ ἐγρηγορότας κατασκευάζουσα ὀφθαλμούς.