Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 142-4
Not analysed yet
κελεύει δὲ καὶ γράψαντας αὐτὰ πρόσθεν τῶν φλιῶν οἰκίας ἑκάστης προτιθέναι καὶ πυλῶν τῶν ἐν τοῖς τείχεσιν, ἵν’ οἱ μὲν ἐκδημοῦντες καὶ ἐνδημοῦντες, ἀστοὶ καὶ ξένοι, τοῖς πρὸ τῶν πυλῶν γράμμασιν ἐστηλιτευμένοις ἐντυγχάνοντες ἄληκτον ἔχωσι τὴν τῶν λεκτέων καὶ πρακτέων μνήμην, ἑκατέρου φροντίζοντες τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰς δὲ τὰς οἰκίας εἰσιόντες καὶ πάλιν ἐξιόντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ τέκνα καὶ θεραπεία, τὰ ἁρμόττοντα καὶ ἐπιβάλλοντα δρῶσιν ὑπέρ τε ἄλλων καὶ ὑπὲρ ἑαυτῶν.