Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 141-3
Not analysed yet
προδιδασκέτω δὴ τὰ δίκαια συγγενεῖς καὶ φίλους καὶ πάντας νέους οἴκοι καὶ ἐν ὁδῷ καὶ πρὸς κοίτην ἰόντας καὶ ἀνισταμένους, ἵν’ ἐν πάσαις μὲν σχέσεσι καὶ κινήσεσιν, ἐν πᾶσι δὲ χωρίοις ἰδίοις τε καὶ δημοσίοις, μὴ μόνον ἐγηγορότες ἀλλὰ καὶ κοιμώνενοι, φαντασίαις τῶν δικαίων ἐνευφραίνωνται· τέρψις γὰρ οὐκ ἔστιν ἡδίων ἢ τὴν ψυχὴν ὅλην δι’ ὅλων πεπληρῶσθαι δικαιοσύνης, ἐμμελετῶσαν αὐτῆς τοῖς ἀιδίοις δόγμασι καὶ θεωρήμασιν, οὐκ ἔχουσαν ἔρημον τόπον, εἰς ὃν ἀδικία παρελεύσεται.