Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 146-2
Not analysed yet
αἴτιον δὲ τόδε· τῆς μεγίστης ἀποικίας ὑπόμνημά ἐστιν ἡ ἑορτὴ καὶ χαριστήριον, ἣν ἀπ’ Αἰγύπτου μυριάσιν ὑπὲρ διακοσίας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐστείλαντο κατὰ τὰ χρησθέντα λόγια. τότε οὖν, ὡς εἰκός, ἀπολελοιπότες χώραν γέμουσαν ἀπανθρωπίας καὶ ξενηλασίας ἐπιτηδεύουσαν καὶ —τὸ χαλεπώτατον —τὰς τοῦ θεοῦ τιμὰς ἀλόγοις ζῴοις οὐχ ἡμέροις μόνον ἀλλὰ καὶ ἀγρίοις προσνέμουσαν ὑπὸ τῆς ἄγαν περιχαρείας ἔθυον αὐτοὶ διὰ προθυμίαν ἄλεκτον καὶ τάχος ἐσπευσμένον τοὺς ἱερεῖς οὐκ ἀναμένοντες. τοῦτο δὴ τότε πραχθὲν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ πάθει δρᾶν ἐφῆκεν ὁ νόμος ἅπαξ κατ’ ἐνιαυτὸν ἕκαστον εἰς εὐχαριστίας ὑπόμνησιν. ταῦτα μὲν κατὰ παλαιὰν ἀρχαιολογίαν ἱστορεῖται.