Ancient Greek · ~3 min
147 to 149
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 147-2-149
Not analysed yet
οἷς δὲ τὰ ῥητὰ τρέπειν πρὸς ἀλληγορίαν ἔθος ψυχῆς κάθαρσιν αἰνίττεται τὰ διαβατήρια· φασὶ γὰρ τὸν σοφίας ἐραστὴν οὐδὲν ἕτερον ἐπιτηδεύειν ἢ τὴν ἀπὸ τοῦ σώματος καὶ τῶν παθῶν διάβασιν, ὧν ἕκαστον ἐπικλύζει χειμάρρου ποταμοῦ τρόπον, εἰ μή τις τοῖς ἀρετῆς δόγμασιν ἀνακόπτοι καὶ ἀναχαιτίζοι τὴν φοράν. ἑκάστη δὲ οἰκία κατ’ ἐκεῖνον τὸν χρόνον σχῆμα ἱεροῦ καὶ σεμνότητα περιβέβληται, τοῦ σφαγιασθέντος ἱερείου πρὸς τὴν ἁρμόττουσαν εὐωχίαν εὐτρεπιζομένου καὶ τῶν ἐπὶ τὰ συσσίτια συνειλεγμένων ἁγνευτικοῖς περιρραντηρίοις κεκαθαρμένων, οἳ παραγεγόνασιν οὐχ ὡς εἰς τὰ ἄλλα συμπόσια χαριούμενοι γαστρὶ δι’ οἴνου καὶ ἐδεσμάτων, ἀλλὰ πάτριον ἔθος ἐκπληρώσοντες μετ’ εὐχῶν τε καὶ ὕμνων. ἄξιον μέντοι καὶ τὴν ἡμέραν παρασημήνασθαι τῆς πανδήμου εὐωχίας· ἄγεται γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἥτις ἐκ δυεῖν ἑβδομάδων συνέστηκεν, ἵνα μηδὲν ἀμοιρῇ τῶν ἀξίων τιμῆς ἑβδομάδος, ἀλλ’ αὕτη κατάρχῃ πᾶσιν ἐπιφανείας καὶ σεμνότητος.