Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 149
Not analysed yet
Ἔτι καὶ τοῦτο προσδιατέτακται κοινωφελὲς παράγγελμα, „μὴ μετακινεῖν ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πρότεροί σου“ (Deut. 19,14). τοῦτο δ’, ὡς ἔοικεν, οὐ περὶ κλήρων αὐτὸ μόνον καὶ γῆς ὅρων νομοθετεῖται πρὸς πλεονεξίας ἀποκοπήν, ἀλλὰ καὶ πρὸς φυλακὴν τῶν ἀρχαίων ἐθῶν· ἔθη γὰρ ἄγραφοι νόμοι, δόγματα παλαιῶν ἀνδρῶν οὐ στήλαις ἐγκεχαραγμένα καὶ χαρτιδίοις ὑπὸ σητῶν ἀναλισκομένοις, ἀλλὰ ψυχαῖς τῶν μετειληφότων τῆς αὐτῆς πολιτείας.