Ancient Greek
150 to 153
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 150-2-153
Not analysed yet
ὀφείλουσι γὰρ παῖδες παρὰ γονέων δίχα τῶν οὐσιῶν κληρονομεῖν ἔθη πάτρια, οἷς ἐνετράφησαν καὶ ἐξ αὐτῶν σπαργάνων συνεβίωσαν, καὶ μὴ καταφρονεῖν, παρόσον ἄγραφος αὐτῶν ἡ παράδοσις· ὁ μὲν γὰρ τοῖς ἀναγραφεῖσι νόμοις πειθαρχῶν οὐκ ἂν δεόντως ἐπαινοῖτο, νουθετούμενος ἀνάγκῃ καὶ φόβῳ κολάσεως, ὁ δὲ τοῖς ἀγράφοις ἐμμένων, ἑκούσιον ἐπιδεικνύμενος τὴν ἀρετήν, ἐγκωμίων ἄξιος. Ἔνιοι τὰς κληρωτὰς εἰσηγήσαντο ἀρχάς, ἀλυσιτελῶς τοῖς πλήθεσιν· εὐτυχίαν γὰρ ἀλλ’ οὐκ ἀρετὴν ὁ κλῆρος ἐμφαίνει. πολλοὶ γοῦν πολλάκις τῶν ἀναξίων ἔλαχον, οὓς ἀνὴρ ἀγαθὸς λαβόμενος ἡγεμονίας ἀποδοκιμάσαι ἂν καὶ ἐν ὑπηκόοις ἐξετάζεσθαι. καὶ γὰρ οἱ μικροὶ λεγόμενοι παρά τισιν ἄρχοντες, οὓς δεσπότας ὀνομάζουσιν, οὐ πάντας ὅσους ἂν οἷοί τε ὦσιν οἰκότριβας ἢ ἀργυρωνήτους ὑπάγονται, μόνους δὲ τοὺς καταπειθεῖς γινομένους, ἀγεληδὸν ἔστιν ὅτε πιπράσκοντες τοὺς ἀνιάτως ἔχοντας τὸ ἦθος ὡς καὶ δουλεύειν ἀγαθοῖς ἀνδράσιν ἀναξίους ὄντας. ἔτι τοίνυν προσήκει δεσπότας καὶ ἡγεμόνας ὅλων πόλεων καὶ ἐθνῶν ἀποφαίνειν τοὺς κλήρῳ λαχόντας, ὀλίσθῳ τινὶ τύχης, ἀβεβαίου καὶ ἀνιδρύτου πράγματος; ἀλλ’ εἰς μὲν τὴν τῶν καμνόντων ἐπιμέλειαν κλῆρος τὸ μηδέν· ἰατροὶ γὰρ οὐ κλήρῳ λαγχάνουσιν, ἀλλ’ ἐν πείρᾳ δοκιμάζονται.