Ancient Greek · ~3 min
163 to 165
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 163-2-165
Not analysed yet
ἀλλ’ οὐδὲν ἴσως θαυμαστόν, εἰ φορολογίας ἕνεκα βάρβαροι τὰς φύσεις, ἡμέρου παιδείας ἄγευστοι, δεσποτικοῖς πειθαρχοῦντες ἐπιτάγμασι τοὺς ἐτησίους ἀναπράττουσι δασμούς, οὐ μόνον ἐκ τῶν οὐσιῶν ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ἄχρι καὶ ψυχῆς τοὺς κινδύνους ἐπιφέροντες ὑπὲρ ἑτέρων ἑτέροις. ἤδη δὲ καὶ οἱ τῶν δικαίων ὅροι καὶ κανόνες, αὐτοὶ οἱ νομοθέται, πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἀπιδόντες, τῶν ἀδικωτάτων ὑπέμειναν γενέσθαι, κελεύσαντες τοῖς μὲν προδόταις τοὺς παῖδας συναναιρεῖσθαι, τοῖς δὲ τυράννοις τὰς ἐγγυτάτω πέντε οἰκίας. διὰ τί; φαίην ἄν· εἰ μὲν γὰρ συνεξήμαρτον, καὶ συγκολαζέσθωσαν, εἰ δὲ μήτε κατεκοινώνησαν μήτε ζηλωταὶ τῶν ὁμοίων ἐγένοντο μήτε ταῖς τῶν οἰκείων εὐτυχίαις ἐπαρθέντες ἐνηδυπάθησαν, τίνος χάριν ἀναιρεθήσονται; ἢ δι’ ἓν τοῦτο μόνον, ὅτι συγγενεῖς εἰσι; γένους γὰρ ἢ παρανομημάτων αἱ τιμωρίαι;