Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 166-3
Not analysed yet
χρηστῶν ἴσως ὑμεῖς, ὦ σεμνοὶ νομοθέται, τῶν οἰκείων ἐλάχετε· μοχθηροὶ δ’ εἴπερ ἐγένοντο, δοκεῖτέ μοι μηδ’ ἂν εἰς νοῦν ποτε βαλέσθαι τὰς τοιαύτας προστάξεις, ἀλλὰ καὶ γράφοντας ἑτέρους δυσχερᾶναι, διὰ τὴν τοῦ μηδὲν ἀνήκεστον παθεῖν προφυλακὴν ***τὸν ἐν ἀσφαλεῖ βίῳ διάγοντα μετὰ τῶν κινδυνευόντων σκοπεῖν καὶ ἐν ταῖς ἴσαις κακοπραγίαις ἐξετάζεσθαι· τὸ μὲν γὰρ ἔχει δέος, ὃ φυλαττόμενός τις οὐδ’ ἂν ἕτερον περιΐδοι, τὸ δ’ ἐστὶν ἄφοβον, ὑφ’ οὗ πολλάκις ἀνεπείσθησάν τινες ἀλογεῖν ἀνθρώπων ἀνυπαιτίων ἀσφαλείας.