Ancient Greek · ~7 min
17 to 22
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 17-4-22
Not analysed yet
οἳ χάριν κέρδους ἐκνομωτάτου πιπράσκουσιν ἀνδραποδοκαπήλοις καὶ οἷς ἂν τύχῃ δουλεύσοντας ἐπὶ ξένης ἀνεπανάκτους, μηδ’ ὄναρ τὸ τῆς πατρίδος ἔδαφος ἔτι προσκυνήσοντας ἢ χρηστῆς ἀπογευσομένους ἐλπίδος. ἧττον γὰρ ἂν ἠδίκουν ὑπηρετούμενοι πρὸς τῶν ἀνδραποδισθέντων· νυνὶ δὲ διπλάσιον ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθ’ ἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους. αὐτοὶ μὲν γὰρ ἐπιστάμενοι τὴν παλαιὰν εὐτυχίαν τῶν ὑπηγμένων ἴσως ἂν μετανοήσαιεν ὀψὲ λαβόντες οἶκτον τῶν ἐπταικότων, τὸ τῆς τύχης ἄδηλον καὶ ἀτέκμαρτον καταιδεσθέντες· οἱ δὲ πριάμενοι δι’ ἄγνοιαν τοῦ γένους ὡς ἐκ πατέρων καὶ προπάππων οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει. δίκη δ’ ἔστω κατὰ μὲν τῶν ἑτεροεθνεῖς ἀνδραποδισαμένων, ἣν ἂν τιμήσηται τὸ δικαστήριον, κατὰ δὲ τῶν τοὺς ὁμοφύλους πρὸς τῷ ἀνδραποδίσασθαι καὶ πεπρακότων θάνατος ἀπαραίτητος· ἤδη γὰρ οὗτοί γε συγγενεῖς εἰσιν οὐ πόρρω τῶν ἀφ’ αἵματος κατὰ μείζονα περιγραφὴν γειτνιῶντες. „Καὶ ἐν ἀγρῷ“ καθάπερ εἶπέ τις τῶν πάλαι „φύονται δίκαι“, ἐπειδὴ πλεονεξίαι καὶ ὁ τῶν ἀλλοτρίων ἵμερος οὐκ ἐν ἄστει μόνον ἀλλὰ καὶ ἔξω πόλεώς ἐστιν, ἅτε μὴ τόπων διαφοραῖς ἀλλὰ διανοίαις ἀκορέστων καὶ φιλαπεχθημόνων ἀνδρῶν ἐνιδρυμένος. ἀφ’ οὗ καὶ τῶν πόλεων αἱ εὐνομώταται διττοὺς ἐπιμελητὰς καὶ ἄρχοντας αἱροῦνται τῆς κοινῆς εὐκοσμίας καὶ ἀσφαλείας, τοὺς μὲν ἐντὸς τοῦ τείχους, οὓς ἀστυνόμους προσαγορεύουσι, τοὺς δ’ ἐκτός, οἷς ὄνομα οἰκεῖον τίθενται, καλοῦσι γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες; ἐὰν οὖν τις ποιμὴν ἢ αἰπόλος ἢ βουκόλος ἢ συνόλως ἀγελάρχης ἀγρὸν ἑτέρου βόσκῃ καὶ κατανέμῃ φειδὼ μηδεμίαν ποιούμενος μήτε καρπῶν μήτε δένδρων, ὅμοιον ἀποτινέτω κτῆμα προσόδου τῆς ἴσης.