Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 16-4
Not analysed yet
ἤδη τινὲς τὴν σύμφυτον μοχθηρίαν προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δ’ ὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·