Ancient Greek · ~3 min
173 to 174
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 173-3-174
Not analysed yet
ἐὰν μέντοι καὶ πυθομένη τις ὑβρίζεσθαι τὸν ἄνδρα, πόθῳ τῷ πρὸς ἐκεῖνον ἡττηθεῖσα φιλανδρίας, ὑπὸ τοῦ παραστάντος πάθους ἐξορμῆσαι βιασθῇ, μὴ πλέον τῆς φύσεως ἀρρενούσθω θρασυνομένη, μενέτω δὲ καὶ ἐν οἷς βοηθεῖ γυνή· πάνδεινον γάρ, εἰ βουλομένη τις ὑπεξελέσθαι τὸν ἄνδρα ὕβρεως ὑβρισθήσεται πρὸς ἑαυτῆς κατάπλεων ἀποφαινούσης τὸν ἴδιον βίον αἰσχύνης καὶ μεγάλων ὀνειδῶν τῶν ἐπ’ ἀνιάτῳ θρασύτητι. λοιδορήσεται γὰρ γυνὴ κατ’ ἀγορὰν ῥῆμά τέ τι τῶν ἀπηγορευμένων φθέγξεται, ἑτέρου δὲ κακηγοροῦντος οὐκ ἀποδραμεῖται τὰ ὦτα ἐπιφράξασα; νυνὶ δὲ προβαίνουσί τινες, ὡς μὴ μόνον ὑπὸ γλωσσαλγίας ἐν ἀνδρῶν ὄχλῳ [γυναῖκες] κακηγορεῖν καὶ προπηλακίζειν, ἀλλὰ καὶ τὰς χεῖρας ἐπιφέρειν τὰς ὑφάσμασι καὶ ταλασίαις ἀλλ’ οὐ πληγαῖς καὶ ὕβρεσι καθάπερ παγκρατιαστῶν καὶ πυκτῶν ἐνασκουμένας.