Ancient Greek · ~8 min
167 to 172
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 167-3-172
Not analysed yet
ταῦτ’ οὖν ἐκλογισάμενος ὁ ἡμέτερος νομοθέτης καὶ τὰ παρὰ τοῖς ἄλλοις ἁμαρτήματα συνιδὼν ὡς φθοροποιὰ τῆς ἀρίστης πολιτείας ἀπεστράφη καὶ διεμίσησε [καὶ] τοὺς χρωμένους εἴτε ῥᾳθυμίαις εἴτε ἀπανθρωπίαις καὶ κακίαις καὶ οὐδέποτέ τινα τῶν συμβεβιωκότων ἐξέδωκεν ἐπὶ τιμωρίᾳ προσθήκην ποιησάμενος αὐτὸν ἀδικημάτων ἑτέρων. διόπερ ἄντικρυς ἀπεῖπεν υἱοὺς ἀντὶ γονέων ἢ γονεῖς ἀντὶ υἱῶν ἀναιρεῖσθαι, δικαιώσας ὧν τὰ ἁμαρτήματα τούτων εἶναι καὶ τὰς τιμωρίας, εἴτε ζημίας χρημάτων εἴτε καὶ πληγὰς καὶ βιαιοτέρας ὕβρεις εἴτε τραύματα καὶ πηρώσεις καὶ ἀτιμίας καὶ φυγὰς καὶ ὅσα ἄλλα τῶν ἐπὶ δίκαις· ἑνὸς γὰρ τοῦ μὴ ἕτερον ἀνθ’ ἑτέρου κτείνειν μνησθεὶς καὶ τὰ ἡσυχασθέντα προσπεριέλαβεν. Ἀγοραὶ καὶ βουλευτήρια καὶ δικαστήρια καὶ θίασοι καὶ σύλλογοι πολυανθρώπων ὁμίλων καὶ ὁ ἐν ὑπαίθρῳ βίος διὰ λόγων καὶ πράξεων κατὰ πολέμους καὶ κατ’ εἰρήνην ἀνδράσιν ἐφαρμόζουσι, θηλείαις δὲ οἰκουρία καὶ ἡ ἔνδον μονή, παρθένοις μὲν εἴσω κλισιάδων τὴν μέσαυλον ὅρον πεποιημέναις, τελείαις δὲ ἤδη γυναιξὶ τὴν αὔλειον. διττὸν γὰρ πόλεων εἶδος, μειζόνων καὶ βραχυτέρων· αἱ μὲν οὖν μείζους ἄστη καλοῦνται, οἰκίαι δ’ αἱ βραχύτεραι. τὴν δ’ ἑκατέρων προστασίαν διειλήχασιν ἄνδρες μὲν τῶν μειζόνων, ἧς ὄνομα πολιτεία, γυναῖκες δὲ τῶν βραχυτέρων, ἧς ὄνομα οἰκονομία. μηδὲν οὖν ἔξω τῶν κατὰ τὴν οἰκονομίαν πολυπραγμονείτω γυνὴ ζητοῦσα μοναυλίαν μηδ’ οἷα νομὰς κατὰ τὰς ὁδοὺς ἐν ὄψεσιν ἀνδρῶν ἑτέρων ἐξεταζέσθω, πλὴν εἰς ἱερὸν ὁπότε δέοι βαδίζειν, φροντίδα ποιουμένη καὶ τότε μὴ πληθυούσης ἀγορᾶς, ἀλλ’ ἐπανεληλυθότων οἴκαδε τῶν πλείστων, ἐλευθέρας τρόπον καὶ τῷ ὄντι ἀστῆς ἐν ἠρεμίᾳ θυσίας ἐπιτελοῦσα καὶ εὐχὰς εἰς ἀποτροπὴν κακῶν καὶ μετουσίαν ἀγαθῶν. τὸ δὲ λοιδορουμένων ἢ συμπλεκομένων ἀνδρῶν ἐπεκθεῖν τολμᾶν κατὰ πρόφασιν συμμαχίας ἢ βοηθείας γυναῖκας ἐπίληπτον καὶ οὐ μετρίως ἀναίσχυντον, ἃς οὐδ’ ἐν πολέμοις καὶ στρατείαις καὶ τοῖς ὑπὲρ πάσης τῆς πατρίδος κινδύνοις ἐδικαίωσεν ὁ νόμος ἐξετάζεσθαι, τὸ πρέπον ἰδών, ὅπερ ἀκίνητον ἀεὶ καὶ πανταχοῦ φυλάττειν διενοήθη, νομίσας αὐτὸ τοῦτ’ εἶναι καθ’ αὑτὸ νίκης καὶ ἐλευθερίας καὶ πάσης ἄμεινον εὐτυχίας.