Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 184-4
Not analysed yet
τὸν γὰρ ἄρχοντα οὕτως χρὴ προεστάναι τῶν ὑπηκόων ὡς πατέρα παίδων, ἵνα καὶ αὐτὸς ὡς ὑπὸ γνησίων υἱῶν ἀντιτιμᾶται· διὸ κοινοὶ πόλεων καὶ ἐθνῶν γονεῖς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄρχοντές εἰσιν οἱ ἀγαθοί, τὴν ἴσην, ἔστι δ’ ὅτε καὶ περιττοτέραν εὔνοιαν ἐπιδεικνύμενοι· τοὺς δ’ ἐπὶ λύμῃ καὶ ζημίᾳ τῶν ὑπηκόων μεγάλας περιβαλλομένους δυναστείας οὐκ ἄρχοντας ἀλλ’ ἐχθροὺς προσαγορευτέον, τὰ πολεμίων ἀσυμβάτων δρῶντας.