Ancient Greek · ~4 min
180 to 183
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 180-4-183
Not analysed yet
ἀλλ’ ὅμως τῆς ὀρφανίας αὐτοῦ καὶ ἐρημίας ἔλεον καὶ οἶκτόν φησι Μωυσῆς ἀεὶ λαμβάνειν τὸν ἡγεμόνα τῶν ὅλων ᾧ προσκεκλήρωται, διότι τοῦ σύμπαντος ἀνθρώπων γένους ἀπενεμήθη οἷά τις ἀπαρχὴ τῷ ποιητῇ καὶ πατρί. τὸ δ’ αἴτιον αἱ τῶν ἀρχηγετῶν τοῦ ἔθνους περιμάχητοι δικαιοσύναι καὶ ἀρεταί, αἳ καθάπερ φυτὰ ἀθάνατα διαμένουσιν ἀειθαλέα καρπὸν φέρουσαι τοῖς ἀπογόνοις σωτήριον καὶ πρὸς πάντα ὠφέλιμον, κἂν αὐτοὶ τύχωσι διαμαρτάνοντες ἰάσιμα ἀλλὰ μὴ παντελῶς ἀνίατα. μὴ μέντοι νομίσας τις ἀγαθὸν εἶναι τέλειον τὴν εὐγένειαν ὀλιγωρείτω καλῶν πράξεων, λογιζόμενος ὅτι μείζονος ὀργῆς ἄξιος τυγχάνειν ἐστὶν ὁ γεννηθεὶς μὲν ἐκ τῶν ἀρίστων, αἰσχύνην δ’ ἐπιφέρων τοῖς γεννήσασι διὰ τὴν τῶν τρόπων κακίαν· ἔχων γὰρ οἰκεῖα παραδείγματα καλοκἀγαθίας ἃ μιμήσεται καὶ μηδὲν ἀποματτόμενος εἰς ὑγιαίνοντος βίου κατόρθωσιν ἐπίληπτος. Ἀπαγορεύει δ’ ὁ νόμος τῷ τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν κοινῶν ἀνειληφότι δικαιοτάτην ἀπαγόρευσιν, μὴ πορεύεσθαι δόλῳ ἐν τῷ ἔθνει· ψυχῆς γὰρ ἀνελευθέρου καὶ σφόδρα δουλοπρεποῦς ἐπίβουλα ἤθη συσκιαζούσης ὑποκρίσει τὸ ἔργον.