Ancient Greek · ~7 min
188 to 193
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 188-2-193
Not analysed yet
πρὸς τὴν ἀμείνω. ταῦτα μιμεῖσθαι προσήκει τοὺς ἀγαθοὺς ἄρχοντας, εἴ γέ τις αὐτοῖς φροντίς ἐστιν ἐξομοιώσεως τῆς πρὸς θεόν. ἐπεὶ δὲ ὑπορρεῖ μυρία καὶ λανθάνει τὸν ἀνθρώπινον νοῦν, ἅτ’ ἐνδεδεμένον αἰσθήσεων ὄχλῳ τοσούτῳ παραγαγεῖν καὶ ἀπατῆσαι ψευδέσι δόξαις ἱκανωτάτῳ, μᾶλλον δ’ ἐντετυμβευμένον θνητῷ σώματι, ὃ κυρίως ἄν τις σῆμα καλέσειε, μηδεὶς αἰδείσθω δικαστὴς ὁμολογῶν ἀγνοεῖν ὅπερ ἀγνοεῖ. πρῶτον μὲν γὰρ ὁ ψευδόμενος αὐτὸς αὑτοῦ γενήσεται χείρων, ἀλήθειαν ὑπερόριον τῆς ψυχῆς πεφυγαδευκώς· ἔπειτα δὲ μυρία βλάψει τοὺς κρινομένους, τυφλὴν γνῶσιν ἀποφαινόμενος τῷ μὴ βλέπειν τὰ δίκαια. ὅταν οὖν ἀμαυρὰν ποιῆται τὴν ἀντίληψιν τῶν πραγμάτων ἀσάφειαν καὶ πολὺ σκότος ἀπεργαζομένων, παραιτείσθω τὰς κρίσεις καὶ ἀναπεμπέτω πρὸς ἀκριβεστέρους δικαστάς· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ ἱερεῖς καὶ ὁ τῶν ἱερέων ἔξαρχος καὶ ἡγεμών; οἱ γὰρ λειτουργοὶ θεοῦ γνήσιοι τὴν διάνοιαν ἐπιμελῶς ἠκόνηνται, τὸ παρὰ μικρὸν οὐ μικρὸν σφάλμα ἡγούμενοι, διὰ τὰς ἐν ἅπασιν ὑπερβολὰς τοῦ θεραπευομένου βασιλέως—διὸ καὶ προστέτακται πᾶσι τοῖς ἱερωμένοις νηφαλίους θύειν, ἵνα μηδὲν τοῦ παραπαίειν καὶ παραληρεῖν φάρμακον ὑπεισελθὸν τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀμαυρώσῃ—, τάχα δ’ ἐπειδὴ καὶ ὁ πρὸς ἀλήθειαν ἱερεὺς εὐθύς ἐστι προφήτης, οὐ γένει μᾶλλον ἢ ἀρετῇ παρεληλυθὼς ἐπὶ |τὴν τοῦ ὄντως ὄντος θεραπείαν, προφήτῃ δ’ οὐδὲν ἄγνωστον, ἔχοντι νοητὸν ἥλιον ἐν αὑτῷ καὶ ἀσκίους αὐγάς, εἰς ἐναργεστάτην κατάληψιν τῶν αἰσθήσει μὲν ἀοράτων διανοίᾳ δὲ καταληπτῶν. Πάλιν οἱ σταθμία καὶ ζυγὰ καὶ μέτρα διαχειρίζοντες ἔμποροι καὶ κάπηλοι καὶ ἀγοραῖοι καὶ ὅσοι ἄλλοι τὰ πρὸς τὸ ζῆν ὤνια πιπράσκουσι ξηρά τε καὶ ὑγρὰ τάττονται μὲν ὑπ’ ἀγορανόμοις, ὀφείλουσι δ’ αὐτοὶ ἑαυτῶν, ἐὰν σωφρονῶσιν, ἄρχοντες εἶναι, μὴ φόβῳ τὰ δίκαια δρῶντες ἀλλ’ ἑκουσίῳ γνώμῃ· τοῦ γὰρ μετ’ ἀνάγκης τὸ αὐτοκέλευστον κατόρθωμα τιμιώτερον πανταχοῦ.