Ancient Greek · ~7 min
194 to 199
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 194-3-199
Not analysed yet
διὸ προστάττει τοῖς καπήλοις καὶ ἐμπόροις καὶ εἴ τινες ἄλλοι τὴν τοιαύτην προαίρεσιν ἐπανῄρηνται τοῦ βίου ζυγὰ δίκαια καὶ σταθμία καὶ μέτρα παρασκευάζεσθαι, μηδὲν ἐπὶ βλάβῃ τῶν ὠνουμένων κακοτεχνοῦντας, ἀλλ’ ἀπ’ ἐλευθέρας καὶ ἀδόλου ψυχῆς ἕκαστα καὶ λέγειν καὶ πράττειν ἐκεῖνο λογιζομένους, ὅτι τὰ μὲν ἄδικα κέρδη βλαβερώτατα, ὁ δὲ μετὰ δικαιοσύνης πλοῦτος ἀναφαίρετος. Ἐπεὶ δὲ φιλεργίας ἆθλα μισθοὶ πρόκεινται τοῖς δημιουργοῖς, δημιουργοῦσι δὲ οἱ ἐν ἐνδείαις, ἀλλ’ οὐχ οἷς ἄφθονοι περιουσίαι, κελεύει μὴ ὑπερτίθεσθαι τὰς δόσεις, ἀλλ’ αὐτῇ παρέχειν ἡμέρᾳ τὸν διομολογηθέντα μισθόν. ἄτοπον γὰρ τὰ μὲν ἐκ τῆς τῶν πενήτων ὑπηρεσίας ἀπειληφέναι τοὺς εὐπόρους, τὰς δ’ ἀντὶ τούτων ἀμοιβὰς μὴ ἀντιπαρασχεῖν ἀπόροις εὐθὺς περιουσίᾳ ζῶντας. ἆρ’ οὐκ ἐναργῆ δείγματα ταῦτ’ ἐστὶ προφυλακῆς μειζόνων ἀδικημάτων; ὁ γὰρ μηδὲ μισθὸν τὸν πάντως ἀποδοθησόμενον ἐῶν ἐκπρόθεσμον γενέσθαι, προθεσμίαν ὁρίσας ἑσπέραν, ἐν ᾗ δεήσει τὸν δημιουργὸν ἀπαλλαττόμενον οἴκαδε κομίσασθαι τὴν ἀμοιβήν, οὗτος οὐ πολὺ πρότερον ἁρπαγὴν ἀπαγορεύει καὶ κλοπὴν καὶ χρεωκοπίαν καὶ ὅσα τούτοις ὁμοιότροπα, διαπλάττων καὶ διαμορφῶν τὴν ψυχὴν πρὸς δόκιμον εἶδος τὸ καλοκἀγαθίας αὐτῆς; Εὖ μέντοι κἀκεῖνο διείρηται, ὅπως μηδεὶς μηδένα βλασφημῇ καὶ κακηγορῇ, καὶ μάλιστα κωφὸν οὔτε αἴσθησιν ὧν ἀδικεῖται δυνάμενον λαβεῖν οὔτε ἐν τοῖς ἴσοις αὐτὸ τοῦτο ἀμύνασθαι. μάχη γὰρ πασῶν ἐκνομωτάτη, καθ’ ἣν τὸ μὲν ἕτερον μέρος ἐν τῷ δρᾶν ἐξετάζεται, τὸ δ’ ἕτερον ἐν τῷ μόνον πάσχειν. τοῖς δὲ κακηγοροῦσι τοὺς ἀναύδους καὶ τὰ ὦτα βεβλαμμένους ὅμοιον ἀδίκημα δρῶσιν οἱ τυφλοῖς ὀλίσθους ἐμποιοῦντες καὶ ἕτερ’ ἄττα ἐν ποσὶ τιθέντες· ἀνάγκη γάρ, οὐχ οἵους τε ὄντας ὑπερβαίνειν δι’ ἄγνοιαν, περιπταίοντας ἀμφότερα καὶ τῆς ὁδοῦ διαμαρτάνειν καὶ τὰς βάσεις βλάπτεσθαι. τοῖς δὲ τῶν τοιούτων ἐργάταις τε καὶ ζηλωταῖς ἐπανατείνεται θεοῦ φόβον ὁ νόμος, εἰκότως καὶ προσηκόντως, ἐπειδὴ μόνος οὗτος τὴν χεῖρα ὑπερέχει καὶ προασπίζει τῶν αὑτοῖς βοηθεῖν ἀδυνατούντων· καὶ μόνον οὐκ ἄντικρύς φησι τοῖς ἀδικοπραγοῦσι τοὺς μὲν πεπλημμελημένους·