Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 208-3
Not analysed yet
μέσον ἦν τῆς ἐν συζυγίᾳ τριάδος τὸ μὴ κατασπείρειν ἀμπελῶνα δίφορον. πρῶτον μέν, ἵνα μὴ φύρηται συγχεόμενα τὰ γένους ὄντα ἑτέρου· σπαρτὰ γὰρ δένδροις καὶ δένδρα σπαρτοῖς ἀνοίκεια. παρὸ καὶ ἡ φύσις οὐ τὴν αὐτὴν προθεσμίαν ἀμφοτέροις ὥρισεν εἰς τὴν τῶν ἐτησίων καρπῶν γένεσιν, ἀλλὰ τοῖς μὲν εἰς ἄμητον ὥραν ἀπένειμε τὸ ἔαρ, τοῖς δ’ εἰς συγκομιδὴν ἀκροδρύων λῆγον θέρος.