Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 207-3
Not analysed yet
ἐμφερές ἐστι τούτοις διάταγμα καὶ τὸ τελευταῖον τῶν ἐν τῇ συζυγίᾳ, τὸ μὴ συνυφαίνειν τὰς ἑτεροειδεῖς οὐσίας, ἔρια καὶ λίνα· καὶ γὰρ ἐπὶ τούτων οὐ μόνον ἡ διαφορότης ἀκοινώνητον, ἀλλὰ καὶ ἡ ἐπικράτεια θατέρου ῥῆξιν ἀπεργαζομένη μᾶλλον ἢ ἕνωσιν, ὅταν δέῃ χρῆσθαι.