Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 212-2
Not analysed yet
τρίτον δέ, ὅπως ἀρετῶσα γῆ μὴ πιέζηται βαρυτάτοις ἄχθεσι, τοῦτο μὲν ὑπὸ τῆς τῶν σπειρομένων ἐν ταὐτῷ καὶ φυομένων συνεχοῦς καὶ ἐπαλλήλου πυκνότητος, τοῦτο δ’ ὑπὸ τῆς τῶν καρπῶν διπλασιαζομένης φορᾶς. ἀπόχρη γὰρ ἐξ ἑνὸς χωρίου λαμβάνειν ἕνα δασμὸν ἐτήσιον τῷ κεκτημένῳ, καθάπερ ἐκ πόλεως βασιλεῖ· τὸ δὲ φόρους ἐπιχειρεῖν πλείους ἐκλέγειν φιλοχρηματίας ὑπερβαλλούσης ἔργον ἐστίν, ᾗ καὶ τὰ φύσεως ἀνατρέπεται νόμιμα.