Ancient Greek
213 to 214
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 213-214
Not analysed yet
διὸ φαίη ἂν ὁ νόμος τοῖς ἐγνωκόσι τοὺς ἀμπελῶνας ἕνεκα πλεονεξίας κατασπείρειν· „μὴ χείρους γίνεσθε τῶν ὅπλοις καὶ στρατείαις πόλεις καὶ χώρας ὑπηγμένων βασιλέων, οἳ προνοίᾳ τοῦ μέλλοντος καὶ ἅμα φειδοῖ τῶν ὑπηκόων ἕνα δασμὸν ἐτήσιον ἐκλέγειν ἀξιοῦσι, στοχαζόμενοι τοῦ μὴ βραχεῖ καιρῷ κατὰ τὸ παντελὲς εἰς ἐσχάτην ἀπορίαν αὐτοὺς ἀγαγεῖν. ὑμεῖς δ’ ἐὰν ἐκ τοῦ αὐτοῦ ἐδάφους ἔαρι μὲν τοὺς κριθῶν καὶ πυρῶν φόρους ἀναπράττητε, θέρει δὲ τοὺς τῶν ἀκροδρύων, διπλασίοις αὐτὸ δασμοῖς ἐκτραχηλιεῖτε· ἀπαγορεύσει γὰρ κατὰ τὸ εἰκὸς ἀθλητοῦ τρόπον οὐκ ἐωμένου διαπνεῖν καὶ συλλέγεσθαι δύναμιν εἰς ἑτέρας ἀγωνίας ἀρχήν.