Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 215-3
Not analysed yet
ἀλλ’ ἐοίκατε ῥᾳδίως ὧν διεταξάμην κοινωφελῶν ἐκλανθάνεσθαι· εἰ γοῦν ἐμέμνησθε τῆς περὶ τοῦ ἑβδόμου ἔτους εἰσηγήσεως, καθ’ ἣν ἐδικαίωσα τὴν ἱερὰν χώραν ἐξανίεσθαι μηδενὶ τῶν κατὰ γεωργίαν ἔργων ἀποτρυχομένην ἕνεκα τῶν ἐν ἑξαετίᾳ πόνων, οὓς ὑπέστη καρποφοροῦσα ταῖς ἐτησίοις ὥραις κατὰ τοὺς τῆς φύσεως θεσμούς, οὐκ ἂν ἐπινεανιευόμενοι καὶ ἐπιχειρονομοῦντες ταῖς πλεονεξίαις καινοὺς σπόρους ἐπενοεῖτε τὴν δενδρίτιδα γῆν καὶ μάλιστα τὴν ἀμπελόφυτον κατασπείροντες, ἵνα διτταῖς προσόδοις καθ’ ἕκαστον ἐνιαυτὸν ἀμφοτέραις ἀδίκοις αὔξητε τὰς οὐσίας ὑπὸ φιλοχρηματίας, ἐκνόμου ἐπιθυμίας, ἀργυρολογοῦντες.