Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 218-2
Not analysed yet
ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν τοιούτων ὑφηγήσεων, αἳ μακρόθεν τῶν ἐπ’ ἀνθρώποις πλεονεξιῶν τὴν λύσσαν ἀνείργουσι καὶ ἀνακόπτουσιν; ὁ γὰρ ἀπομαθὼν ἐν φυτοῖς ἰδιώτης κέρδος ἄδικον, εἰ λαβόμενος μειζόνων πραγμάτων γένοιτο βασιλεύς, χρήσεται τῷ ἔθει πρὸς ἄνδρας ὁμοῦ καὶ γυναῖκας οὐ διττοὺς φόρους ἀναπράττων οὐδὲ διττοῖς δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζων· ἱκανὸν γὰρ τὸ σύντροφον ἔθος μαλάξαι σκληρὰ ἤθη καὶ τρόπον τινὰ παιδαγωγῆσαι καὶ διαπλάσαι πρὸς βελτίονας τύπους· τύποι δ’ ἀμείνους εἰσίν, οὓς ἐνσφραγίζεται ψυχῇ δικαιοσύνη.