Ancient Greek · ~2 min
219 to 221
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 219-2-221
Not analysed yet
Ταῦτα μὲν ἑνὶ ἑκάστῳ νομοθετεῖ. καθολικώτεραι δὲ προστάξεις εἰσὶν ἕτεραι, ἃς ἅπαντι τῷ ἔθνει κοινῇ διαγορεύει, παραινῶν ὡς προσενεκτέον οὐ φίλοις καὶ συμμάχοις αὐτὸ μόνον ἀλλὰ καὶ τοῖς τῆς συμμαχίας ἀφισταμένοις. ἐὰν γάρ, φησίν, εἴσω τειχῶν κατακλείσαντες αὑτοὺς ἀπαυχενίζωσιν, ἡ ὑμετέρα νεότης εὐοπλοῦσα μετὰ τῶν εἰς πόλεμον παρασκευῶν ἐπίτω καὶ στρατόπεδον ἐν κύκλῳ βαλλομένη καραδοκείτω μηδὲν ὀργῇ πρὸ λογισμοῦ χαριζομένη, βεβαιότερον ὅπως καὶ σταθερώτερον ἐγχειρῇ τοῖς πρακτέοις. εὐθὺς οὖν πεμπέτω κήρυκας τοὺς προκαλεσομένους εἰς συμβάσεις καὶ ἅμα τὸ ἀξιόμαχον τῆς παριδρυμένης δυνάμεως δηλώσοντας· καὶ ἐὰν μὲν ἐφ’ οἷς ἐνεωτέρισαν μετανοήσαντες ὑπείκωσι πρὸς τὸ εἰρηναῖον τραπόμενοι, δεχέσθωσαν ἄσμενοι τὰς σπονδάς·