Ancient Greek · ~3 min
236 to 238
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 236-2-238
Not analysed yet
ἰσότης δ’ ἀπὸ τῶν οὐρανίων καὶ μεταρσίων καὶ πρὸς τἀπίγεια τέταται, τὴν μὲν ἀκραιφνῆ φύσιν ἑαυτῆς αἰθέρος οὖσαν ἀγχίσπορον ἄνω μετέωρον διαίρουσα, τὴν δ’ ὥσπερ αὐγὴν ἡλίου τρόπον ἐπὶ γῆν ἀποστέλλουσα, δεύτερον φέγγος. ὅσα γὰρ πλημμελεῖ μὲν τῶν παρ’ ἡμῖν, ἀνισότης, ὅσα δὲ τάξιν ἔχει τὴν προσήκουσαν, ἰσότης ἀπειργάσατο, ἥτις ἐν μὲν τῇ τοῦ παντὸς οὐσίᾳ, κυριώτατα φάναι, κόσμος ἐστίν, ἐν δὲ ἄστεσιν ἡ εὐνομωτάτη καὶ πολιτειῶν ἀρίστη δημοκρατία, ἔν τε αὖ σώμασιν ὑγεία καὶ ἐν ψυχαῖς καλοκἀγαθία· καὶ γὰρ τὸ ἄνισον ἔμπαλιν νόσων καὶ κακιῶν αἴτιον. ἐπιλείψει καὶ τὸν μακροβιώτατον ὁ χρόνος, εἰ πάντας ἐθελήσειε τοὺς ἐπαίνους ἰσότητος καὶ δικαιοσύνης ἣν ἐγέννησε διεξιέναι· παρό μοι δοκεῖ βέλτιον εἶναι τοῖς λεχθεῖσιν ἀρκεσθέντα, τοῦ διακινῆσαι χάριν τὴν τῶν φιλεπιστημόνων μνήμην, τὰ λοιπὰ ἐν ταῖς ἐκείνων ἀνάγραπτα ψυχαῖς καταλιπεῖν, ἱερωτάτῳ χωρίῳ θεῖα ἀγάλματα.