Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 235-2
Not analysed yet
ὥς γε μὴν ἐν τῷ καθαρωτάτῳ τῆς οὐσίας, οὐρανῷ, διαφερόντως ἰσότης τετίμηται, οὕτως καὶ ἐν τῷ γείτονι ἀέρι· τετραχῇ γὰρ τοῦ ἐνιαυτοῦ διαιρεθέντος εἰς τὰς καλουμένας ἐτησίους ὥρας, τρέπεσθαι καὶ μεταβάλλειν ὁ ἀὴρ πέφυκεν ἐν ταῖς τροπαῖς καὶ μεταβολαῖς ἄλεκτον ἐπιδεικνύμενος ἐν ἀταξίᾳ τάξιν· ἰσαρίθμοις γὰρ μησὶ διακρινόμενος εἴς τε χειμῶνα καὶ ἔαρ θέρος τε καὶ μετόπωρον, τρισὶν εἰς ἑκάστην ὥραν, ἐκπληροῖ τὸν ἐνιαυτόν, ὅς, καθάπερ αὐτὸ μηνύει τοὔνομα, αὐτὸς ἐν ἑαυτῷ πάντα περιέχει συμπεραιούμενος, ἑτέρως οὐκ ἂν τοῦτ’ ἐργάσασθαι δυνηθείς, εἰ μὴ ταῖς ἐτησίοις ὥραις αὑτὸν ἐπέχρησεν.