Ancient Greek · ~7 min
270 to 274
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 270-274
Not analysed yet
ὁ μὲν οὖν τούτοις διακεκοσμημένος ἴτω θαρρῶν εἰς οἰκειότατον αὐτῷ τὸν νεών, ἐνδιαίτημα πάντων ἄριστον, ἱερεῖον ἐπιδειξόμενος αὑτόν· ὅτῳ δ’ ἐγκάθηνται καὶ ἐλλοχῶσιν αἱ πλεονεξίαι καὶ ἐπιθυμίαι τῶν ἀδικιῶν, ἐγκαλυψάμενος ἠρεμείτω τὴν ἀναίσχυντον ἀπόνοιαν καὶ τὸ λίαν θράσος ἐν οἷς εὐλάβεια λυσιτελὲς ἐπισχών· τὸ γὰρ τοῦ ὄντως ὄντος ἱερὸν ἀνιέροις ἄβατον θυσίαις. εἴποιμ’ ἄν· ὦ γενναῖε, ὁ θεὸς οὐ χαίρει, κἂν ἑκατόμβας ἀνάγῃ τις· κτήματα γὰρ αὐτοῦ τὰ πάντα, κεκτημένος ὅμως οὐδενὸς δεῖται· χαίρει δὲ φιλοθέοις γνώμαις καὶ ἀνδράσιν ἀσκηταῖς ὁσιότητος, παρ’ ὧν ψαιστὰ καὶ κριθὰς καὶ τὰ εὐτελέστατα ὡς τιμιώτατα πρὸ τῶν πολυτελεστάτων ἄσμενος δέχεται· κἂν μέντοι μηδὲν ἕτερον κομίζωσιν, αὑτοὺς φέροντες πλήρωμα καλοκἀγαθίας τελειότατον τὴν ἀρίστην ἀνάγουσι θυσίαν, ὕμνοις καὶ εὐχαριστίαις τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν γεραίροντες, τῇ μὲν διὰ τῶν φωνητηρίων ὀργάνων, τῇ δὲ ἄνευ γλώττης καὶ στόματος, μόνῃ ψυχῇ τὰς νοητὰς ποιούμενοι διεξόδους καὶ ἐκβοήσεις, ὧν ἓν μόνον οὖς ἀντιλαμβάνεται τὸ θεῖον· αἱ γὰρ τῶν ἀνθρώπων οὐ φθάνουσιν ἀκοαὶ συναισθέσθαι. Ὡς δ’ ἀψευδής ἐστιν οὗτος ὁ λόγος καὶ οὐκ ἐμὸς ἀλλὰ τῆς φύσεως, μαρτυρεῖ μέν πως καὶ ἡ ἐνάργεια τρανὴν παρέχουσα πίστιν τοῖς μὴ διὰ τὸ φιλόνεικον ἐπιτηδεύουσιν ἀπιστίαν, μαρτυρεῖ δὲ καὶ ὁ νόμος προστάξας δύο κατασκευασθῆναι βωμοὺς καὶ ταῖς ὕλαις καὶ τοῖς τόποις καὶ ταῖς χρείαις διαφέροντας· ὁ μὲν γὰρ ἐκ λίθων λογάδων ἀτμήτων συνῳκοδόμηται καὶ ἐν ὑπαίθρῳ παρὰ ταῖς τοῦ νεὼ προσβάσεσιν ἵδρυται καὶ γέγονε πρὸς χρείαν τὴν τῶν ἐναίμων· ὁ δὲ χρυσοῦ μὲν τοῦ καθαρωτάτου κατεσκεύασται, ἵδρυται δ’ ἐν ἀδύτοις εἴσω τοῦ προτέρου καταπετάσματος, ὃς οὐδενὶ τῶν ἄλλων ἐστὶν ὁρατὸς ὅτι μὴ τοῖς ἁγνεύουσι τῶν ἱερέων καὶ γέγονε πρὸς χρείαν τὴν τῶν θυμιαμάτων.