Ancient Greek
275 to 276
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 275-276
Not analysed yet
ἐξ οὗ δῆλόν ἐστιν, ὅτι καὶ βραχύτατον λιβανωτὸν παρ’ ἀνδρὸς ὁσίου τιμιώτερον ὁ θεὸς νομίζει μυρίων θρεμμάτων, ὅσα ἄν τις ἱερουργῇ μὴ σφόδρα ἀστεῖος ὤν· ὅσῳ γάρ, οἶμαι, λίθων μὲν εἰκαίων ἀμείνων χρυσός, τὰ δ’ ἐν ἀδύτοις τῶν ἐκτὸς ἁγιώτερα, τοσούτῳ κρείττων ἡ διὰ τῶν ἐπιθυμιωμένων εὐχαριστία τῆς διὰ τῶν ἐναίμων. ὅθεν οὐ μόνον ὕλης πολυτελείᾳ καὶ κατασκευῇ καὶ τόπῳ τετίμηται ὁ τῶν θυμιαμάτων βωμός, ἀλλὰ καὶ τῷ πρότερον καθ’ ἑκάστην ἡμέραν ὑπηρετεῖν ταῖς πρὸς θεὸν ἀνθρώπων εὐχαριστίαις· οὐ γὰρ ἐφεῖται τὴν ὁλόκαυτον θυσίαν ἔξω προσαγαγεῖν, πρὶν ἔνδον περὶ βαθὺν ὄρθρον ἐπιθυμιᾶσαι.