Ancient Greek · ~2 min
29 to 30
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 29-4-30
Not analysed yet
ἐὰν οὖν εἰς ἀκανθώδη φορυτὸν πῦρ ἐμβάλῃ τις, ὁ δ’ ἀναφλεχθεὶς προσεμπρήσῃ ἅλω πυρῶν ἢ κριθῶν ἢ ὀρόβων ἢ δράγματα ἀσταχύων συγκεκομισμένα ἢ βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος ὁ τὸ πῦρ ἐμβαλών, ἵν’ ἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν. Ἱερώτατον παρακαταθήκη τῶν ἐν κοινωνίᾳ πραγμάτων ἐστίν, ἐπὶ τῇ τοῦ λαβόντος κειμένη πίστει. δάνεια μὲν γὰρ ἐλέγχεται διὰ συμβολαίων καὶ γραμμάτων, τὰ δ’ ἄνευ δανείων ἐν χρήσει φανερῶς διδόμενα τοὺς θεασαμένους ἔχει μάρτυρας.