Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 31-3
Not analysed yet
παρακαταθηκῶν δ’ οὐχ οὗτος ὁ τρόπος, ἀλλὰ μόνος τις αὐτὸς δίδωσι μόνῳ κρύφα, περιβλεπόμενος τὸν τόπον, μηδ’ ἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, ὁ μὲν ἵνα λάθῃ δούς, ὁ δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπ’ ἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δ’ ἐν καιρῷ κομιουμένου.