Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 43-2
Not analysed yet
Ἀλλὰ γὰρ ἔνιοι τὰς Συβαριτῶν καὶ τὰς ἔτι λαγνιστέρων ἐπιθυμίας ζηλώσαντες τὸ μὲν πρῶτον ὀψοφαγίαις καὶ οἰνοφλυγίαις καὶ ταῖς ἄλλαις ταῖς γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδοναῖς ἐνησκήθησαν, εἶτα δὲ κορεσθέντες ἐξύβρισαν —ὕβριν γὰρ κόρος γεννᾶν πέφυκεν —,ὡς ὑπὸ φρενοβλαβείας λυττᾶν καὶ ἐπιμεμηνέναι μηκέτ’ ἀνθρώποις εἴτ’ ἄρρεσιν εἴτε θηλείαις ἀλλὰ καὶ ἀλόγοις ζῴοις, ὥσπερ ἐν Κρήτῃ φασὶ τὸ παλαιὸν τὴν γυναῖκα Μίνω τοῦ βασιλέως ὄνομα Πασιφάην·