Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 44
Not analysed yet
ταύρου γὰρ ἐρασθεῖσαν καὶ τῷ πάθει σφαδᾴζουσαν ἕνεκα τῆς περὶ τὴν ὁμιλίαν ἀπογνώσεως —ἀποτυγχανόμενος γὰρ ἔρως οὐ μετρίως ἐπιτείνεται —Δαιδάλῳ τὴν κατέχουσαν συμφορὰν ἀνενεγκεῖν, ὃς ἦν τῶν κατ’ αὐτὸν ἄριστος δημιουργός· τὸν δὲ πάνυ δεινὸν ὄντα ταῖς ἐπινοίαις τὰ ἀθήρατα θηρᾶν δούρειον κατασκευάσαι βοῦν καὶ διὰ τῆς ἑτέρας πλευρᾶς ἐνθεῖναι τὴν Πασιφάην, τὸν δὲ ταῦρον ὁρμήσαντα ὡς ἐπὶ ζῷον συγγενὲς ἐπιβαίνειν· ἐγκύμονα δὲ γενομένην χρόνοις ὕστερον ἀποτεκεῖν μιξόθηρα τὸν ἐπικαλούμενον Μινώταυρον.