Ancient Greek · ~5 min
45 to 48
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 45-2-48
Not analysed yet
εἰκὸς δὲ καὶ ἄλλας ἔσεσθαι Πασιφάας, ἀχαλινώτων ἐωμένων τῶν παθῶν, καὶ οὐ γυναῖκας μόνον ἀλλὰ καὶ ἄνδρας ἐπιμανήσεσθαι θηρίοις, ἐξ ὧν γενήσεσθαι τέρατα παλίμφημα, μηνύματα τῆς ἀνθρώπων ὑπερβαλλούσης βδελυρίας· δι’ ἣν ἴσως καὶ αἱ τῶν ἀνυπάρκτων καὶ μεμυθευμένων ἀγένητοι φύσεις Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ τῶν ὁμοιοτρόπων ἔσονται. τοσοῦτον δ’ ἄρα τὸ προμηθὲς ἐν τοῖς ἱεροῖς νόμοις ἐστίν, ὥσθ’ ὑπὲρ τοῦ μηδεμίαν ἔκθεσμον ὁμιλίαν ἀνθρώπους προσίεσθαι διείρηται μηδὲ κτῆνος ἐᾶν ὑπό τινος ἑτερογενοῦς ὀχεύεσθαι· τράγον οὐδεὶς ἐάσει ποιμὴν Ἰουδαῖος ἐπιβαίνειν ἀμνάδι οὐδὲ κριὸν χιμαίρᾳ οὐδὲ βοῦν ἵππῳ, εἰ δὲ μή, δώσει δίκας ὡς φύσεως δόγμα λύων, ᾗ τὰ ἀνωτάτω γένη διατηρεῖν ἐπιμελὲς οὐ νοθευόμενα. τοὺς ὀρεῖς ἔνιοι μὲν ἁπάντων ὑποζυγίων προτιμῶσιν, ἐπειδὴ τὰ σώματα αὐτοῖς πέπηγε καὶ σφόδρα νενεύρωται, κἀν τοῖς ἱπποφορβίοις καὶ ταῖς ἱπποστάσεσιν ὄνους ὑπερμεγέθεις, οὓς προσαγορεύουσι κήλωνας, ἀνατρέφουσιν, ἵνα ταῖς θηλείαις ἐπιβαίνωσι πώλοις, αἳ δὴ μικτὸν ζῷον ἀποτίκτουσιν ἡμίονον, ἧς παρὰ φύσιν τὴν γένεσιν εἰδὼς ἀνὰ κράτος ἀπεῖπε Μωυσῆς καθολικωτέρᾳ προστάξει, τοῖς ἀνομοιογενέσι μὴ ἐφεὶς ὀχεύειν ἢ ὀχεύεσθαι. προὐνόησε μὲν οὖν ἀναλόγως τοῦ πρέποντος καὶ ἀκολούθου τῇ φύσει, μακρόθεν δ’ ὡς ἀπὸ σκοπῆς ἐσωφρόνισεν ἀνθρώπους, ἵν’ ἐκ τῶνδε προμαθόντες ἄνδρες ὁμοῦ καὶ γυναῖκες ἀνέχωσιν ὁμιλιῶν ἐκνόμων.