Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 50-2
Not analysed yet
τῶν δὲ τὴν παράσημον καὶ βωμολόχον μαντικὴν ζηλούντων ἕκαστος ταῖς εἰκασίαις καὶ στοχασμοῖς ἀνοίκειον τάξιν παρατίθησι τὴν τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλ’ ὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων ὁμίλων.