Ancient Greek
44 to 49
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 44-2-49
Not analysed yet
διὸ πολλαχοῦ παραινεῖ τῆς νομοθεσίας ἀδίκῳ μηδενὶ συναινεῖν, μήτε ἀνθρώπῳ μήτε πράγματι· προκαλεῖται γὰρ ἡ συναίνεσις ἐφ’ ὑγιεῖ μὴ γενομένη τὰ ψευδῆ μαρτυρεῖν, ἐπεὶ καὶ πᾶς, ὅτῳ πρόσαντες καὶ ἐχθρὸν τὸ ἄδικον, ἀληθείᾳ φίλος. ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου. ἔνιοι γὰρ τὰ τοῖς πολλοῖς δοκοῦντα, κἂν παρανομώτατα ᾖ, νόμιμα καὶ δίκαια εἶναι νομίζουσι, κρίνοντες οὐκ εὖ· φύσει γὰρ ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δ’ ἀντίπαλον ὄχλου φορά. ἐὰν οὖν κατὰ θιάσους καὶ πολυανθρώπους ὁμίλους ἀγειρόμενοί τινες νεωτερίζωσι, τούτοις οὐ συναινετέον ὡς τὸ ἀρχαῖον καὶ δόκιμον τῆς πολιτείας νόμισμα παρακόπτουσι· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία μεῖζον κακόν. ἀλλὰ τοσαύτῃ τινὲς ὑπερβολῇ χρῶνται μοχθηρίας, ὥστ’ οὐ μόνον ἀνθρώπων ἀγένητα κατηγοροῦσιν, ἀλλ’ ἐπιμένοντες τῇ μοχθηρίᾳ διαίρουσι καὶ τείνουσι τὸ ψεῦδος ἄχρι οὐρανοῦ, τῆς μακαρίας καὶ εὐδαίμονος θεοῦ φύσεως καταμαρτυροῦντες· εἰσὶ δ’ οὗτοι τερατοσκόποι καὶ οἰωνοσκόποι καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας. προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλ’ ἔστιν ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου πάνθ’ ὅσα προφέρεται, καθ’ ὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκηκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιΐαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει.