Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 52-4
Not analysed yet
ὡς γὰρ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν αἱ ἀκτῖνες πρὸς βραχύτατον ἀμαυρωθεῖσαι μικρὸν ὕστερον ἀναλάμπουσιν ἄσκιον καὶ τηλαυγὲς ἐπιδεικνύμεναι φέγγος, μηδενὸς ἐπιπροσθοῦντος ἡλίῳ τὸ παράπαν, [ἀλλ’ ὡς ἐν αἰθρίᾳ καθαρᾷ ὁλοστὸν ἀναφαίνοντι], οὕτως κἂν χρησμολογῶσί τινες μαντικὴν μὲν ἐπεψευσμένην τεχνάζοντες, ὑποδυόμενοι δ’ εὐπρεπὲς ὄνομα τὸ προφητείας, ἐνθουσιάσεις καταψευδόμενοι θεοῦ, διελεγχθήσονται ῥᾳδίως· ἥξει γὰρ πάλιν ἡ ἀλήθεια καὶ ἀναλάμψει φῶς ἀστράπτουσα τηλαυγέστατον, ὡς τό γε ἐπισκιάσαν ψεῦδος ἀφανισθῆναι.