Ancient Greek · ~7 min
53 to 58
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 53-3-58
Not analysed yet
πάγκαλον μέντοι κἀκεῖνο προσδιετάξατο κελεύσας ἑνὸς μαρτυρίαν μὴ προσίεσθαι· πρῶτον μὲν ὅτι ἐνδέχεται ἕνα καὶ παριδεῖν τι καὶ παρακοῦσαι καὶ παρενθυμηθῆναι καὶ ἀπατηθῆναι, δόξαι γὰρ αἱ ψευδεῖς μυρίαι καὶ ἀπὸ μυρίων εἰώθασι προσπίπτειν· δεύτερον δὲ ὅτι κατὰ πλειόνων ἢ καὶ καθ’ ἑνὸς ἀδικώτατον ἑνὶ χρῆσθαι μάρτυρι, τῶν μὲν ὅτι δὴ πρὸς πίστιν ἀξιονικότεροι ἑνός, τοῦ δ’ ἐπειδὴ κατ’ ἀριθμὸν οὐ προφέρει, τὸ δ’ ἴσον πλεονεξίας ἀλλότριον· τί γὰρ μᾶλλον τῷ μάρτυρι καθ’ ἑτέρου διεξιόντι ἢ τῷ κατηγορουμένῳ ὑπὲρ αὑτοῦ λέγοντι συναινετέον; ἄριστον δ’ ὡς ἔοικεν ἐπέχειν, ἔνθα μηδὲν ἐνδεῖ μηδὲ ὑπερβάλλει. Οἴεται δεῖν ὁ νόμος ἅπαντας μὲν τοὺς συμφερομένους τῇ κατὰ Μωυσέα ἱερᾷ πολιτείᾳ παντὸς ἀλόγου πάθους καὶ πάσης κακίας ἀμετόχους εἶναι μᾶλλον ἢ τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους, διαφερόντως δὲ τοὺς λαχόντας ἢ χειροτονηθέντας δικάζειν. ἄτοπον γὰρ ἁμαρτήμασιν ἐνόχους εἶναι τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἀξιοῦντας, οἷς ἀναγκαῖον καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπομάττεσθαι τὰ φύσεως ἔργα πρὸς μίμησιν. ὡς γὰρ ἡ τοῦ πυρὸς δύναμις ἀλεαίνουσα ὧν ἂν προσάψηται θερμὴ πολὺ πρότερον αὐτὴ καθέστηκεν ἐξ αὑτῆς καὶ κατὰ τοὐναντίον ἡ τῆς χιόνος τῷ κατεψύχθαι καὶ τἄλλα ἐπιψύχει, οὕτως ὀφείλει καὶ δικαστὴς ἀνάπλεως εἶναι δικαιοσύνης ἀκραιφνοῦς, εἴ γε μέλλει τὰ δίκαια τοῖς ἐντευξομένοις ἐπάρδειν, ἵν’ ὥσπερ ἀπὸ πηγῆς γλυκείας φέρηται νᾶμα πότιμον τοῖς διψῶσιν εὐνομίας. τουτὶ δὲ συμβήσεται, ἐάν τις δικάζειν εἰσιὼν ἐν ταὐτῷ νομίσῃ κρίνειν τε καὶ κρίνεσθαι καὶ ἀναλαμβάνῃ ἅμα τῇ ψήφῳ σύνεσιν μὲν εἰς τὸ μὴ ἀπατᾶσθαι, δικαιοσύνην δὲ εἰς τὴν τῶν κατ’ ἀξίαν ἐπιβαλλόντων ἑκάστοις ἀπονομήν, ἀνδρείαν δὲ εἰς τὸ ἀνένδοτον πρὸς ἱκεσίας καὶ οἴκτους κατὰ τὰς τῶν ἑαλωκότων τιμωρίας. ὁ τούτων ἐπιμελούμενος τῶν ἀρετῶν κοινὸς εὐεργέτης εἰκότως ἂν νομίζοιτο, κυβερνήτου τρόπον ἀγαθοῦ τοὺς χειμῶνας τῶν πραγμάτων ἐξευδιάζων ἕνεκα σωτηρίας καὶ ἀσφαλείας τῶν τὰ οἰκεῖα ἐπιτετροφότων αὐτῷ.