Ancient Greek
57 to 59
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 57-2-59
Not analysed yet
ὅσα γὰρ τῶν ἐν αἰσθητοῖς ἄριστα, δι’ ὧν αἱ ἐτήσιοι ὧραι καὶ τῶν καιρῶν αἱ περίοδοι τεταγμένως ἀποτελοῦνται, μετέσχηκεν ἑβδομάδος, λέγω δὲ πλάνητας ἑπτὰ καὶ ἄρκτον καὶ πλειάδα καὶ σελήνης αὐξομένης τε καὶ μειουμένης ἀνακυκλήσεις καὶ τῶν ἄλλων τὰς ἐναρμονίους καὶ παντὸς λόγου κρείττους περιφοράς. Μωυσῆς δὲ ἀπὸ σεμνοτέρου πράγματος ἐκάλεσεν αὐτὴν συντέλειαν καὶ παντέλειαν, ἑξάδι μὲν τὴν γένεσιν τῶν τοῦ κόσμου μερῶν ἀναθείς, ἑβδομάδι δὲ τὴν τελείωσιν. ἑξὰς μὲν γὰρ ἀρτιοπέριττος ἀριθμός, ἐκ τοῦ δὶς τρία παγείς, ἔχων ἄρρενα μὲν τὸν περιττόν, θῆλυν δὲ τὸν ἄρτιον, ἐξ ὧν εἰσιν αἱ γενέσεις κατὰ φύσεως θεσμοὺς ἀκινήτους. ἑβδομὰς δὲ ἀμιγέστατος καὶ φῶς, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑξάδος· ἃ γὰρ ἐγέννησεν ἑξάς, ταῦθ’ ἑβδομὰς τελεσφορηθέντα ἐπεδείξατο. παρὸ καὶ γενέθλιος τοῦ κόσμου δεόντως ἂν προσαγορεύοιτο, καθ’ ἣν τὸ τοῦ πατρὸς ἔργον τέλειον ἐκ τελείων μερῶν ἀνεφάνη, ἐν ᾗ προστέτακται πάντων ἀνέχειν ἔργων,