Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 60
Not analysed yet
οὐκ ἐπειδὴ ῥᾳθυμίας ὁ νόμος εἰσηγητής —ἀεὶ γὰρ ἐθίζει κακοπαθεῖν καὶ πρὸς πόνον ἀλείφει καὶ τοὺς ἀργεῖν καὶ σχολάζειν ἐθέλοντας προβέβληται, διείρηται γοῦν ἓξ ἡμέρας ἐνεργεῖν —,ἀλλ’ ἵνα τοὺς συνεχεῖς καὶ ἀτρύτους πόνους χαλάσῃ καὶ τὰ σώματα μεμετρημέναις ἀνέσεσιν ἀνακτησάμενος καινώσῃ πάλιν πρὸς τὰς αὐτὰς ἐνεργείας· οἱ γὰρ διαπνεύσαντες, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἀθληταί, ῥώμην συλλέγονται καὶ ἀπὸ κραταιοτέρας δυνάμεως ἀνυπερθέτως ἕκαστα τῶν πρακτέων τλητικῶς ὑπομένουσι.