Ancient Greek · ~3 min
59 to 61
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 59-61
Not analysed yet
ὅθεν ἑκάτερον οὐκ ἀπὸ σκοποῦ καὶ τοῖς ὀνόμασιν ἐπεκόσμησε, τὸ μὲν ὕδωρ εἰπὼν δεῖν „καθαρὸν“ λαμβάνειν καὶ „ζῶν“, ἐπεὶ ἀνυπαίτιος ἡ γυνὴ καθαρεύει τὸν βίον καὶ ζῆν ὀφείλει, τὴν δὲ γῆν οὐκ ἀπὸ τοῦ τυχόντος ἀλλ’ ἀπὸ τοῦ ἱεροῦ ἐδάφους, ὅπερ ἀναγκαῖον ἀρετᾶν, ὡς καὶ γυναῖκα τὴν σώφρονα. τούτων δὲ προευτρεπισθέντων, ἡ μὲν ἀκατακαλύπτῳ τῇ κεφαλῇ τὸ κρίθινον ἄλευρον κομίζουσα, καθάπερ ἐλέχθη, παρίτω, ὁ δὲ ἱερεὺς [ἀντικρὺ] τὸ κεραμεοῦν ἀγγεῖον, ἐν ᾧ ὕδωρ ἐστὶ καὶ γῆ, ἀντικρὺ στὰς ἐπιλεγέτω τάδε· „εἰ μὲν τοὺς ἐπὶ γάμοις θεσμοὺς οὐ παραβέβηκας οὐδ’ ἀνὴρ ἕτερος ὡμίλησέ σοι καθυφεμένῃ τὰ πρὸς τὸν νόμῳ συνοικισθέντα δίκαια, ἀνυπαίτιος καὶ ἀθῷος ἴσθι· εἰ δ’ ὠλιγώρησας μὲν ἀνδρὸς καινὰς δὲ ἐζήλωσας ἐπιθυμίας ἢ ἐρασθεῖσα ἢ ἐρασθέντι ἐνδοῦσα, τὰ ἀναγκαιότατα καὶ φίλτατα προδοῦσα καὶ νοθεύσασα, μὴ ἀγνόει πάσαις ἀραῖς ἔνοχος γεγενημένη, ὧν τὰ δείγματα ἀναφανεῖς ἐπὶ τοῦ σώματος.