Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 62-2
Not analysed yet
ἴθι δὴ ἔκπινε ποτὸν ἐλέγχου, ὃ τὰ κεκρυμμένα νῦν καὶ ἀδηλούμενα ἀπαμφιάσει καὶ ἀπογυμνώσει. “ταῦτα γράψας ἐν χαρτιδίῳ καὶ ἀπαλείψας τῷ κατὰ τὸ ἀγγεῖον ὕδατι προτεινέτω τῇ γυναικί· ἡ δὲ πιοῦσα ἀπαλλαττέσθω προσδοκῶσα ἢ σωφροσύνης ἆθλον ἢ ἀκολασίας τὴν ἀνωτάτω τιμωρίαν. εἰ μὲν γὰρ σεσυκοφάντηται, σπορὰν καὶ γένεσιν τέκνων ἐλπιζέτω τῶν ἐπὶ στειρώσει καὶ ἀγονίᾳ φόβων καὶ φροντίδων ἀλογοῦσα· εἰ δ’ ἐστὶν ἔνοχος, ἐφεδρεύσοντα ἴστω γαστρὸς ὄγκον οἰδούσης καὶ πιμπραμένης καὶ τῶν περὶ μήτραν δεινὴν κάκωσιν, ἣν καθαρὰν οὐκ ἠξίωσε διατηρεῖν ἀνδρὶ τῷ κατὰ πάτρια γήμαντι.