Ancient Greek · ~3 min
61 to 63
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 61-63
Not analysed yet
προστάξας μέντοι μὴ διαπονεῖν τοῖς σώμασι κατὰ τὰς ἑβδόμας ἐφῆκε τὰς ἀμείνους πράξεις ἐπιτελεῖν· αὗται δ’ εἰσὶν αἱ διὰ λόγων καὶ δογμάτων τῶν κατ’ ἀρετήν· προτρέπει γὰρ φιλοσοφεῖν τότε βελτιοῦντας τὴν ψυχὴν καὶ τὸν ἡγεμόνα νοῦν. ἀναπέπταται γοῦν ταῖς ἑβδόμαις μυρία κατὰ πᾶσαν πόλιν διδασκαλεῖα φρονήσεως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν, ἐν οἷς οἱ μὲν ἐν κόσμῳ καθέζονται σὺν ἡσυχίᾳ τὰ ὦτα ἀνωρθιακότες μετὰ προσοχῆς πάσης ἕνεκα τοῦ διψῆν λόγων ποτίμων, ἀναστὰς δέ τις τῶν ἐμπειροτάτων ὑφηγεῖται τὰ ἄριστα καὶ συνοίσοντα, οἷς ἅπας ὁ βίος ἐπιδώσει πρὸς τὸ βέλτιον. ἔστι δ’ ὡς ἔπος εἰπεῖν τῶν κατὰ μέρος ἀμυθήτων λόγων καὶ δογμάτων δύο τὰ ἀνωτάτω κεφάλαια, τό τε πρὸς θεὸν δι’ εὐσεβείας καὶ ὁσιότητος καὶ τὸ πρὸς ἀνθρώπους διὰ φιλανθρωπίας καὶ δικαιοσύνης· ὧν ἑκάτερον εἰς πολυσχιδεῖς ἰδέας καὶ πάσας ἐπαινετὰς τέμνεται.