Ancient Greek · ~7 min
61 to 67
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 61-2-67
Not analysed yet
διὸ καὶ τῶν παρ’ Ἕλλησιν ἔνιοι νομοθετῶν μεταγράψαντες ἐκ τῶν ἱερωτάτων Μωυσέως στηλῶν εὖ διατάξασθαι δοκοῦσι, μὴ μαρτυρεῖν ἀκοήν, ὡς δέον, ἃ μὲν εἶδέ τις, πιστὰ κρίνειν, ἃ δὲ ἤκουσε, μὴ πάντως βέβαια. Δεύτερον παράγγελμα κριτῇ δῶρα μὴ λαμβάνειν· τὰ γὰρ δῶρα, φησὶν ὁ νόμος, πηροῖ μὲν ὀφθαλμοὺς βλέποντας, τὰ δὲ δίκαια λυμαίνεται, τὴν δὲ διάνοιαν οὐκ ἐᾷ διὰ λεωφόρου βαίνειν ἐπ’ εὐθείας. καὶ τὸ μὲν δωροδοκεῖν ἐπ’ ἀδίκοις παμπονήρων ἐστὶν ἀνθρώπων ἔργον, τὸ δ’ ἐπὶ δικαίοις ἐφ’ ἡμισείᾳ πονηρευομένων· εἰσὶ γὰρ εὐπάρυφοί τινες ἡμιμόχθηροι, δικαιάδικοι, τὴν ὑπὲρ τῶν πεπλημμελημένων τεταγμένοι τάξιν κατὰ τῶν πλημμελησάντων, προῖκα δ’ οὐκ ἀξιοῦντες νικῶντας γράφειν οὓς νικᾶν ἀναγκαῖον, ἀλλὰ τὴν γνῶσιν ὤνιον καὶ ἔμμισθον ἀποφαίνοντες. εἶτα ἐπειδάν τις αἰτιᾶται, φασὶ μὴ παρατρέψαι τὸ δίκαιον —ἡττηθῆναι μὲν γὰρ οὓς ἁρμόττον ἦν ἡττᾶσθαι, νενικηκέναι δ’ οὓς ἐχρῆν περιγίνεσθαι —,κακῶς ἀπολογούμενοι· δύο γὰρ δεῖ προσφέρεσθαι τὸν ἀγαθὸν δικαστήν, νομικωτάτην γνῶσιν καὶ τὸ ἀδέκαστον· ὁ δὲ ἐπὶ δώροις βραβευτὴς τοῦ δικαίου καλὸν φύσει πρᾶγμα λέληθεν αἰσχύνων. ἐπεξαμαρτάνει δὲ καὶ δύο ἕτερα, τὸ μὲν ἐθίζων ἑαυτὸν εἶναι φιλοχρήματον, ὅπερ ὁρμητήριον τῶν μεγίστων παρανομημάτων ἐστί, τὸ δὲ βλάπτων ὃν ἄξιον ἦν ὠφελεῖν τιμὴν τοῦ δικαίου κατατιθέντα. διὸ σφόδρα παιδευτικῶς Μωυσῆς δικαίως τὸ δίκαιον προστάττει μεταδιώκειν, αἰνιττόμενος ὅτι καὶ ἀδίκως ἔνεστι, διὰ τοὺς ἐπὶ δώροις τοῦ δικαίου βραβευτάς, οὐ μόνον ἐν δικαστηρίοις, ἀλλὰ πανταχοῦ κατά τε γῆν καὶ θάλατταν καὶ ἐν ἅπασιν ὀλίγου δέω φάναι τοῖς τοῦ βίου πράγμασιν. ἤδη γοῦν ὀλιγοχρήματόν τις παρακαταθήκην λαβὼν ἀπέδωκεν, ἐπ’ ἐνέδρᾳ μᾶλλον τοῦ λαμβάνοντος ἢ ὠφελείᾳ, ἵνα τὴν ἐν ὀλίγοις πίστιν δέλεαρ καθεὶς ἀγκιστρεύσηται τὴν ἐν μείζοσιν πίστιν, ὅπερ οὐδὲν ἦν ἕτερον ἢ τὸ δίκαιον μὴ δικαίως ἐπιτελεῖν· δίκαιον μὲν γὰρ ἡ τῶν ἀλλοτρίων ἀπόδοσις, οὐ δικαίως δ’ ἐγένετο, παρόσον ἐπὶ θήρᾳ πλειόνων.