Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 60-2
Not analysed yet
δηλοῦται δ’ ἐκ τοῦ μὴ παραδέχεσθαι ματαίαν ἀκοὴν καὶ ἕτερόν τι τῷ προτέρῳ συνᾷδον· τοῖς ἀκοὴν μαρτυροῦσι, φησίν, ὁ προσέχων ματαίως καὶ οὐχ ὑγιῶς προσέξει· διὰ τί; ὅτι ὀφθαλμοὶ μὲν αὐτοῖς ἐντυγχάνουσι τοῖς γινομένοις, ἐφαπτόμενοι τρόπον τινὰ τῶν πραγμάτων καὶ ὅλα δι’ ὅλων καταλαμβάνοντες, φωτὸς συνεργοῦντος, ᾧ πάντα αὐγάζεταί τε καὶ διελέγχεται, ὦτα δ’, ὡς ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν προτέρων, ὀφθαλμῶν ἀπιστότερα, πράγμασι μὲν οὐκ ἐντυγχάνοντα, ἑρμηνεῦσι δὲ πραγμάτων λόγοις οὐκ ἀεὶ πεφυκόσιν ἀληθεύειν περιελκόμενα.